Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.140 Joseph. AJ 10.145 (English) >>Joseph. AJ 10.149

10.143

Οἱ μὲν οὖν ἐκ τοῦ Δαυίδου γένους βασιλεύσαντες οὕτως κατέστρεψαν τὸν βίον, εἴκοσι μὲν καὶ εἷς γενόμενοι μέχρι τοῦ τελευταίου βασιλέως, ἔτη δὲ πάντες βασιλεύσαντες πεντακόσια καὶ δεκατέσσαρα καὶ μῆνας ἓξ καὶ ἡμέρας δέκα, ἐξ ὧν εἴκοσι τὴν ἀρχὴν κατέσχεν πρῶτος αὐτῶν βασιλεὺς Σαοῦλος οὐκ ἐκ τῆς αὐτῆς φυλῆς ὑπάρχων. 10.144

δὲ Βαβυλώνιος πέμπει τὸν αὑτοῦ στρατηγὸν Ναβουζαρδάνην εἰς Ἱεροσόλυμα συλήσοντα τὸν ναόν, προστάξας ἅμα καὶ καταπρῆσαι αὐτόν τε καὶ τὰ βασίλεια τήν τε πόλιν εἰς ἔδαφος καθελεῖν καὶ τὸν λαὸν εἰς τὴν Βαβυλωνίαν μεταστῆσαι. 10.145ὃς γενόμενος ἐν τοῖς Ἱεροσολύμοις ἑνδεκάτῳ ἔτει τῆς Σαχχίου βασιλείας συλᾷ τε τὸν ναὸν καὶ βαστάζει τὰ σκεύη τοῦ θεοῦ χρυσᾶ τε καὶ ἀργυρᾶ καὶ δὴ καὶ τὸν μέγαν λουτῆρα, ὃν Σολόμων ἀνέθηκεν, ἔτι γε μὴν τοὺς στύλους τοὺς χαλκοῦς καὶ τὰς κεφαλὰς αὐτῶν τάς τε χρυσᾶς τραπέζας καὶ τὰς λυχνίας. 10.146βαστάσας δὴ ταῦτα ἀνῆψε τὸν ναὸν μηνὶ πέμπτῳ τῇ νουμηνίᾳ ἑνδεκάτῳ ἔτει τῆς Σαχχίου βασιλείας, ὀκτωκαιδεκάτῳ δὲ τῆς Ναβουχοδονοσόρου· ἐνέπρησε δὲ καὶ τὰ βασίλεια καὶ τὴν πόλιν κατέστρεψεν. 10.147ἐνεπρήσθη δὲ ναὸς μετὰ τετρακόσια ἔτη καὶ ἑβδομήκοντα καὶ μῆνας ἓξ καὶ δέκα ἡμέρας, ἀφʼ οὗ κατεσκευάσθη· τῇ δʼ ἐξ Αἰγύπτου μεταναστάσει τοῦ λαοῦ τότε ἦν ἔτη χίλια ἑξηκονταδύο μῆνες ἓξ ἡμέραι δέκα· τῷ δὲ κατακλυσμῷ μέχρι τῆς τοῦ ναοῦ πορθήσεως χρόνος ἦν πᾶς ἐτῶν χιλίων ἐνακοσίων πεντηκονταεπτὰ μηνῶν ἓξ ἡμερῶν δέκα·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.140 Joseph. AJ 10.145 (English) >>Joseph. AJ 10.149

Powered by PhiloLogic